11.30 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν , τις ἀρίστη ,
11.31 ῥέξειν ἐν μεγάροισι πυρήν τʹ ἐμπλησέμεν ἐσθλῶν ,
11.32 Τειρεσίῃ δʹ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
11.33 παμμέλανʹ , ὃς μήλοισι μεταπρέπει ἡμετέροισι .
11.34 τοὺς δʹ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε , ἔθνεα νεκρῶν ,
11.35 ἐλλισάμην , τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
11.36 ἐς βόθρον , ῥέε δʹ αἷμα κελαινεφές · αἱ δʹ ἀγέροντο
11.37 ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων .
11.38 νύμφαι τʹ ἠίθεοί τε πολύτλητοί τε γέροντες
11.39 παρθενικαί τʹ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι ,
11.40 πολλοὶ δʹ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν ,
11.41 ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʹ ἔχοντες ·
11.42 οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
11.43 θεσπεσίῃ ἰαχῇ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει .
11.44 δὴ τότʹ ἔπειθʹ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
11.45 μῆλα , τὰ δὴ κατέκειτʹ ἐσφαγμένα νηλέι χαλκῷ ,
11.46 δείραντας κατακῆαι , ἐπεύξασθαι δὲ θεοῖσιν ,
11.47 ἰφθίμῳ τʹ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ ·
11.48 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
11.49 ἥμην , οὐδʹ εἴων νεκύων ἀμενηνὰ κάρηνα
11.50 αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι .
11.51 πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου ·
11.52 οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης ·
11.53 σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
11.54 ἄκλαυτον καὶ ἄθαπτον , ἐπεὶ πόνος ἄλλος ἔπειγε .
11.55 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ ,
11.56 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
11.57 Ἐλπῆνορ , πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ;
11.58 ἔφθης πεζὸς ἰὼν ἐγὼ σὺν νηὶ μελαίνῃ .
11.59 ὣς ἐφάμην , δέ μʹ οἰμώξας ἠμείβετο μύθῳ ·
11.60 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.61 ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος .