11.1 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν ,
11.2 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν ,
11.3 ἐν δʹ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ ,
11.4 ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν , ἂν δὲ καὶ αὐτοὶ
11.5 βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες .
11.6 ἡμῖν δʹ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
11.7 ἴκμενον οὖρον ἵει πλησίστιον , ἐσθλὸν ἑταῖρον ,
11.8 Κίρκη εὐπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα .
11.9 ἡμεῖς δʹ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
11.10 ἥμεθα · τὴν δʹ ἄνεμός τε κυβερνήτης τʹ ἴθυνε .
11.11 τῆς δὲ πανημερίης τέταθʹ ἱστία ποντοπορούσης ·
11.12 δύσετό τʹ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί .
11.13 δʹ ἐς πείραθʹ ἵκανε βαθυρρόου Ὠκεανοῖο .
11.14 ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε ,
11.15 ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι · οὐδέ ποτʹ αὐτοὺς
11.16 ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν ,
11.17 οὔθʹ ὁπότʹ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα ,
11.18 οὔθʹ ὅτʹ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʹ οὐρανόθεν προτράπηται ,
11.19 ἀλλʹ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι .
11.20 νῆα μὲν ἔνθʹ ἐλθόντες ἐκέλσαμεν , ἐκ δὲ τὰ μῆλα
11.21 εἱλόμεθʹ · αὐτοὶ δʹ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
11.22 ᾔομεν , ὄφρʹ ἐς χῶρον ἀφικόμεθʹ , ὃν φράσε Κίρκη .
11.23 ἔνθʹ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
11.24 ἔσχον · ἐγὼ δʹ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
11.25 βόθρον ὄρυξʹ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα ,
11.26 ἀμφʹ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι ,
11.27 πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οἴνῳ ,
11.28 τὸ τρίτον αὖθʹ ὕδατι · ἐπὶ δʹ ἄλφιτα λευκὰ πάλυνον .
11.29 πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα ,