10.434 οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ ,
10.435 ὥς περ Κύκλωψ ἔρξʹ , ὅτε οἱ μέσσαυλον ἵκοντο
10.436 ἡμέτεροι ἕταροι , σὺν δʹ θρασὺς εἵπετʹ Ὀδυσσεύς ·
10.437 τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο .
10.438 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα ,
10.439 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ,
10.440 τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι ,
10.441 καὶ πηῷ περ ἐόντι μάλα σχεδόν · ἀλλά μʹ ἑταῖροι
10.442 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
10.443 διογενές , τοῦτον μὲν ἐάσομεν , εἰ σὺ κελεύεις ,
10.444 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι ·
10.445 ἡμῖν δʹ ἡγεμόνευʹ ἱερὰ πρὸς δώματα Κίρκης .
10.446 ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης .
10.447 οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο ,
10.448 ἀλλʹ ἕπετʹ · ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν .
10.449 τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
10.450 ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʹ ἐλαίῳ ,
10.451 ἀμφὶ δʹ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας ·
10.452 δαινυμένους δʹ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν .
10.453 οἱ δʹ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʹ ἐσάντα ,
10.454 κλαῖον ὀδυρόμενοι , περὶ δὲ στεναχίζετο δῶμα .
10.455 δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων ·
10.456 μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε · οἶδα καὶ αὐτὴ
10.457 ἠμὲν ὅσʹ ἐν πόντῳ πάθετʹ ἄλγεα ἰχθυόεντι ,
10.458 ἠδʹ ὅσʹ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʹ ἐπὶ χέρσου .
10.460 ἀλλʹ ἄγετʹ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον ,
10.461 εἰς κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε ,
10.462 οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
10.463 τρηχείης Ἰθάκης . νῦν δʹ ἀσκελέες καὶ ἄθυμοι ,