10.405 αὐτὸς δʹ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους .
10.406 ὣς ἔφατʹ , αὐτὰρ ἐμοί γʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ ,
10.407 βῆν δʹ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης .
10.408 εὗρον ἔπειτʹ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
10.409 οἴκτρʹ ὀλοφυρομένους , θαλερὸν κατὰ δάκρυ χέοντας .
10.410 ὡς δʹ ὅτʹ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας ,
10.411 ἐλθούσας ἐς κόπρον , ἐπὴν βοτάνης κορέσωνται ,
10.412 πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι · οὐδʹ ἔτι σηκοὶ
10.413 ἴσχουσʹ , ἀλλʹ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι ·
10.414 μητέρας · ὣς ἔμʹ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι ,
10.415 δακρυόεντες ἔχυντο · δόκησε δʹ ἄρα σφίσι θυμὸς
10.416 ὣς ἔμεν , ὡς εἰ πατρίδʹ ἱκοίατο καὶ πόλιν αὐτὴν
10.417 τρηχείης Ἰθάκης , ἵνα τʹ ἔτραφεν ἠδʹ ἐγένοντο .
10.418 καί μʹ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων ·
10.419 σοὶ μὲν νοστήσαντι , διοτρεφές , ὣς ἐχάρημεν ,
10.420 ὡς εἴ τʹ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν ·
10.421 ἀλλʹ ἄγε , τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον .
10.422 ὣς ἔφαν , αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι ·
10.423 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε ,
10.424 κτήματα δʹ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα ·
10.425 αὐτοὶ δʹ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι ,
10.426 ὄφρα ἴδηθʹ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
10.427 πίνοντας καὶ ἔδοντας · ἐπηετανὸν γὰρ ἔχουσιν .
10.428 ὣς ἐφάμην , οἱ δʹ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο .
10.429 Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους ·
10.430 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
10.431 δειλοί , πόσʹ ἴμεν ; τί κακῶν ἱμείρετε τούτων ;
10.432 Κίρκης ἐς μέγαρον καταβήμεναι , κεν ἅπαντας
10.433 σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας ,