10.464 αἰὲν ἄλης χαλεπῆς μεμνημένοι , οὐδέ ποθʹ ὕμιν
10.465 θυμὸς ἐν εὐφροσύνῃ , ἐπεὶ μάλα πολλὰ πέποσθε .
10.466 ὣς ἔφαθʹ , ἡμῖν δʹ αὖτʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
10.467 ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
10.468 ἥμεθα δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
10.469 ἀλλʹ ὅτε δή ῥʹ ἐνιαυτὸς ἔην , περὶ δʹ ἔτραπον ὧραι
10.470 μηνῶν φθινόντων , περὶ δʹ ἤματα μακρὰ τελέσθη ,
10.471 καὶ τότε μʹ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι ·
10.472 δαιμόνιʹ , ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης ,
10.473 εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
10.474 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν .
10.475 ὣς ἔφαν , αὐτὰρ ἐμοί γʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
10.476 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
10.477 ἥμεθα , δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
10.478 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,
10.479 οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα .
10.480 αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
10.481 γούνων ἐλλιτάνευσα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς ·
10.482 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
10.483 Κίρκη , τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης ,
10.484 οἴκαδε πεμψέμεναι · θυμὸς δέ μοι ἔσσυται ἤδη ,
10.485 ἠδʹ ἄλλων ἑτάρων , οἵ μευ φθινύθουσι φίλον κῆρ
10.486 ἀμφʹ ἔμʹ ὀδυρόμενοι , ὅτε που σύ γε νόσφι γένηαι .
10.487 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο δῖα θεάων ·
10.488 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
10.489 μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ .
10.490 ἀλλʹ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
10.491 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ,
10.492 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο ,