10.149 καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης ,
10.150 Κίρκης ἐν μεγάροισι , διὰ δρυμὰ πυκνὰ καὶ ὕλην .
10.151 μερμήριξα δʹ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
10.152 ἐλθεῖν ἠδὲ πυθέσθαι , ἐπεὶ ἴδον αἴθοπα καπνόν .
10.153 ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι ,
10.154 πρῶτʹ ἐλθόντʹ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
10.155 δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι .
10.156 ἀλλʹ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης ,
10.157 καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα ,
10.158 ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
10.159 ἧκεν . μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
10.160 πιόμενος · δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο .
10.161 τὸν δʹ ἐγὼ ἐκβαίνοντα κατʹ ἄκνηστιν μέσα νῶτα
10.162 πλῆξα · τὸ δʹ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε ,
10.163 κὰδ δʹ ἔπεσʹ ἐν κονίῃσι μακών , ἀπὸ δʹ ἔπτατο θυμός .
10.164 τῷ δʹ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
10.165 εἰρυσάμην · τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
10.166 εἴασʹ · αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε ,
10.167 πεῖσμα δʹ , ὅσον τʹ ὄργυιαν , ἐυστρεφὲς ἀμφοτέρωθεν
10.168 πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου ,
10.169 βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
10.170 ἔγχει ἐρειδόμενος , ἐπεὶ οὔ πως ἦεν ἐπʹ ὤμου
10.171 χειρὶ φέρειν ἑτέρῃ · μάλα γὰρ μέγα θηρίον ἦεν .
10.172 κὰδʹ δʹ ἔβαλον προπάροιθε νεός , ἀνέγειρα δʹ ἑταίρους
10.173 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
10.174 φίλοι , οὐ γάρ πω καταδυσόμεθʹ ἀχνύμενοί περ
10.175 εἰς Ἀίδαο δόμους , πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ ·
10.176 ἀλλʹ ἄγετʹ , ὄφρʹ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε ,