10.118 αὐτὰρ τεῦχε βοὴν διὰ ἄστεος · οἱ δʹ ἀίοντες
10.119 φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος ,
10.120 μυρίοι , οὐκ ἄνδρεσσιν ἐοικότες , ἀλλὰ Γίγασιν .
10.121 οἵ ῥʹ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
10.122 βάλλον · ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
10.123 ἀνδρῶν τʹ ὀλλυμένων νηῶν θʹ ἅμα ἀγνυμενάων ·
10.124 ἰχθῦς δʹ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο .
10.125 ὄφρʹ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός ,
10.126 τόφρα δʹ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.127 τῷ ἀπὸ πείσματʹ ἔκοψα νεὸς κυανοπρῴροιο .
10.128 αἶψα δʹ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
10.129 ἐμβαλέειν κώπῃς , ἵνʹ ὑπὲκ κακότητα φύγοιμεν ·
10.130 οἱ δʹ ἅλα πάντες ἀνέρριψαν , δείσαντες ὄλεθρον .
10.131 ἀσπασίως δʹ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
10.132 νηῦς ἐμή · αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʹ ὄλοντο .
10.133 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ,
10.134 ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους .
10.135 Αἰαίην δʹ ἐς νῆσον ἀφικόμεθʹ · ἔνθα δʹ ἔναιε
10.136 Κίρκη ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα ,
10.137 αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο ·
10.138 ἄμφω δʹ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
10.139 μητρός τʹ ἐκ Πέρσης , τὴν Ὠκεανὸς τέκε παῖδα .
10.140 ἔνθα δʹ ἐπʹ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
10.141 ναύλοχον ἐς λιμένα , καί τις θεὸς ἡγεμόνευεν .
10.142 ἔνθα τότʹ ἐκβάντες δύο τʹ ἤματα καὶ δύο νύκτας
10.143 κείμεθʹ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες .
10.144 ἀλλʹ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʹ Ἠώς ,
10.145 καὶ τότʹ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
10.146 καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν ,
10.147 εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην .
10.148 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών ,