10.89 ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
10.90 ἐν στόματι προύχουσιν , ἀραιὴ δʹ εἴσοδός ἐστιν ,
10.91 ἔνθʹ οἵ γʹ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας .
10.92 αἱ μὲν ἄρʹ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
10.93 πλησίαι · οὐ μὲν γάρ ποτʹ ἀέξετο κῦμά γʹ ἐν αὐτῷ ,
10.94 οὔτε μέγʹ οὔτʹ ὀλίγον , λευκὴ δʹ ἦν ἀμφὶ γαλήνη ·
10.95 αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν ,
10.96 αὐτοῦ ἐπʹ ἐσχατιῇ , πέτρης ἐκ πείσματα δήσας ·
10.97 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών .
10.98 ἔνθα μὲν οὔτε βοῶν οὔτʹ ἀνδρῶν φαίνετο ἔργα ,
10.99 καπνὸν δʹ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα .
10.100 δὴ τότʹ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας ,
10.101 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες ,
10.102 ἄνδρε δύω κρίνας , τρίτατον κήρυχʹ ἅμʹ ὀπάσσας .
10.103 οἱ δʹ ἴσαν ἐκβάντες λείην ὁδόν , περ ἄμαξαι
10.104 ἄστυδʹ ἀφʹ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην ,
10.105 κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ ,
10.106 θυγατέρʹ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο .
10.107 μὲν ἄρʹ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
10.108 Ἀρτακίην · ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον ·
10.109 οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʹ ἐρέοντο
10.110 ὅς τις τῶνδʹ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι ·
10.111 δὲ μάλʹ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ .
10.112 οἱ δʹ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα , τὴν δὲ γυναῖκα
10.113 εὗρον , ὅσην τʹ ὄρεος κορυφήν , κατὰ δʹ ἔστυγον αὐτήν .
10.114 δʹ αἶψʹ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα ,
10.115 ὃν πόσιν , ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον .
10.116 αὐτίχʹ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον ·
10.117 τὼ δὲ δύʹ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην .