10.60 βῆν εἰς Αἰόλου κλυτὰ δώματα · τὸν δʹ ἐκίχανον
10.61 δαινύμενον παρὰ τʹ ἀλόχῳ καὶ οἷσι τέκεσσιν .
10.62 ἐλθόντες δʹ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʹ οὐδοῦ
10.63 ἑζόμεθʹ · οἱ δʹ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʹ ἐρέοντο ·
10.64 πῶς ἦλθες , Ὀδυσεῦ ; τίς τοι κακὸς ἔχραε δαίμων ;
10.65 μέν σʹ ἐνδυκέως ἀπεπέμπομεν , ὄφρʹ ἀφίκοιο
10.66 πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν .
10.67 ὣς φάσαν , αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ ·
10.68 ἄασάν μʹ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
10.69 σχέτλιος . ἀλλʹ ἀκέσασθε , φίλοι · δύναμις γὰρ ἐν ὑμῖν .
10.70 ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν ,
10.71 οἱ δʹ ἄνεῳ ἐγένοντο · πατὴρ δʹ ἠμείβετο μύθῳ ·
10.72 ἔρρʹ ἐκ νήσου θᾶσσον , ἐλέγχιστε ζωόντων ·
10.73 οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʹ ἀποπέμπειν
10.74 ἄνδρα τόν , ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν ·
10.75 ἔρρε , ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʹ ἱκάνεις .
10.76 ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα .
10.77 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ .
10.78 τείρετο δʹ ἀνδρῶν θυμὸς ὑπʹ εἰρεσίης ἀλεγεινῆς
10.79 ἡμετέρῃ ματίῃ , ἐπεὶ οὐκέτι φαίνετο πομπή .
10.80 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ ,
10.81 ἑβδομάτῃ δʹ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον ,
10.82 Τηλέπυλον Λαιστρυγονίην , ὅθι ποιμένα ποιμὴν
10.83 ἠπύει εἰσελάων , δέ τʹ ἐξελάων ὑπακούει .
10.84 ἔνθα κʹ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς ,
10.85 τὸν μὲν βουκολέων , τὸν δʹ ἄργυφα μῆλα νομεύων ·
10.86 ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι .
10.87 ἔνθʹ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν , ὃν πέρι πέτρη
10.88 ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν ,