10.30 καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες ·
10.31 ἔνθʹ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα ,
10.32 αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων , οὐδέ τῳ ἄλλῳ
10.33 δῶχʹ ἑτάρων , ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν ·
10.34 οἱ δʹ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον ,
10.35 καί μʹ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʹ ἄγεσθαι
10.36 δῶρα παρʹ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο .
10.37 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
10.38 πόποι , ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
10.39 ἀνθρώποις , ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται .
10.40 πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
10.41 ληίδος , ἡμεῖς δʹ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
10.42 οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες ·
10.43 καὶ νῦν οἱ τάδʹ ἔδωκε χαριζόμενος φιλότητι
10.44 Αἴολος . ἀλλʹ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʹ ἐστίν ,
10.45 ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν .
10.46 ὣς ἔφασαν , βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων ·
10.47 ἀσκὸν μὲν λῦσαν , ἄνεμοι δʹ ἐκ πάντες ὄρουσαν .
10.48 τοὺς δʹ αἶψʹ ἁρπάξασα φέρεν πόντονδε θύελλα
10.49 κλαίοντας , γαίης ἄπο πατρίδος . αὐτὰρ ἐγώ γε
10.50 ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα ,
10.51 ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ,
10.52 ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην .
10.53 ἀλλʹ ἔτλην καὶ ἔμεινα , καλυψάμενος δʹ ἐνὶ νηὶ
10.54 κείμην . αἱ δʹ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
10.55 αὖτις ἐπʹ Αἰολίην νῆσον , στενάχοντο δʹ ἑταῖροι .
10.56 ἔνθα δʹ ἐπʹ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʹ ὕδωρ ,
10.57 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι .
10.58 αὐτὰρ ἐπεὶ σίτοιό τʹ ἐπασσάμεθʹ ἠδὲ ποτῆτος ,
10.59 δὴ τότʹ ἐγὼ κήρυκά τʹ ὀπασσάμενος καὶ ἑταῖρον