10.1 Αἰολίην δʹ ἐς νῆσον ἀφικόμεθʹ · ἔνθα δʹ ἔναιεν
10.2 Αἴολος Ἱπποτάδης , φίλος ἀθανάτοισι θεοῖσιν ,
10.3 πλωτῇ ἐνὶ νήσῳ · πᾶσαν δέ τέ μιν πέρι τεῖχος
10.4 χάλκεον ἄρρηκτον , λισσὴ δʹ ἀναδέδρομε πέτρη .
10.5 τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν ,
10.6 ἓξ μὲν θυγατέρες , ἓξ δʹ υἱέες ἡβώοντες ·
10.7 ἔνθʹ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις .
10.8 οἱ δʹ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
10.9 δαίνυνται , παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται ,
10.10 κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
10.11 ἤματα · νύκτας δʹ αὖτε παρʹ αἰδοίῃς ἀλόχοισιν
10.12 εὕδουσʹ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι .
10.13 καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά .
10.14 μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα ,
10.15 Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν ·
10.16 καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα .
10.17 ἀλλʹ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʹ ἐκέλευον
10.18 πεμπέμεν , οὐδέ τι κεῖνος ἀνήνατο , τεῦχε δὲ πομπήν .
10.19 δῶκε δέ μʹ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο ,
10.20 ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα ·
10.21 κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων ,
10.22 ἠμὲν παυέμεναι ἠδʹ ὀρνύμεν , ὅν κʹ ἐθέλῃσι .
10.23 νηὶ δʹ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
10.24 ἀργυρέῃ , ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ ·
10.25 αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι ,
10.26 ὄφρα φέροι νῆάς τε καὶ αὐτούς · οὐδʹ ἄρʹ ἔμελλεν
10.27 ἐκτελέειν · αὐτῶν γὰρ ἀπωλόμεθʹ ἀφραδίῃσιν .
10.28 ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ ,
10.29 τῇ δεκάτῃ δʹ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα ,