9.383 ὀφθαλμῷ ἐνέρεισαν · ἐγὼ δʹ ἐφύπερθεν ἐρεισθεὶς
9.384 δίνεον , ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
9.385 τρυπάνῳ , οἱ δέ τʹ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
9.386 ἁψάμενοι ἑκάτερθε , τὸ δὲ τρέχει ἐμμενὲς αἰεί .
9.387 ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
9.388 δινέομεν , τὸν δʹ αἷμα περίρρεε θερμὸν ἐόντα .
9.389 πάντα δέ οἱ βλέφαρʹ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
9.390 γλήνης καιομένης , σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι .
9.391 ὡς δʹ ὅτʹ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
9.392 εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
9.393 φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
9.394 ὣς τοῦ σίζʹ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ .
9.395 σμερδαλέον δὲ μέγʹ ᾤμωξεν , περὶ δʹ ἴαχε πέτρη ,
9.396 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʹ · αὐτὰρ μοχλὸν
9.397 ἐξέρυσʹ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ .
9.398 τὸν μὲν ἔπειτʹ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων ,
9.399 αὐτὰρ Κύκλωπας μεγάλʹ ἤπυεν , οἵ ῥά μιν ἀμφὶς
9.400 ᾤκεον ἐν σπήεσσι διʹ ἄκριας ἠνεμοέσσας .
9.401 οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος ,
9.402 ἱστάμενοι δʹ εἴροντο περὶ σπέος ὅττι κήδοι ·
9.403 τίπτε τόσον , Πολύφημʹ , ἀρημένος ὧδʹ ἐβόησας
9.404 νύκτα διʹ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα ;
9.405 μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει ;
9.406 μή τίς σʹ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν ;
9.407 τοὺς δʹ αὖτʹ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος ·
9.408 φίλοι , Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν .
9.409 οἱ δʹ ἀπαμειβόμενοι ἔπεα πτερόεντʹ ἀγόρευον ·
9.410 εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα ,
9.411 νοῦσον γʹ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι ,