9.356 αὐτίκα νῦν , ἵνα τοι δῶ ξείνιον , κε σὺ χαίρῃς ·
9.357 καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
9.358 οἶνον ἐριστάφυλον , καί σφιν Διὸς ὄμβρος ἀέξει ·
9.359 ἀλλὰ τόδʹ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ .
9.360 ὣς φάτʹ , ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον .
9.361 τρὶς μὲν ἔδωκα φέρων , τρὶς δʹ ἔκπιεν ἀφραδίῃσιν .
9.362 αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος ,
9.363 καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι ·
9.364 Κύκλωψ , εἰρωτᾷς μʹ ὄνομα κλυτόν , αὐτὰρ ἐγώ τοι
9.365 ἐξερέω · σὺ δέ μοι δὸς ξείνιον , ὥς περ ὑπέστης .
9.366 Οὖτις ἐμοί γʹ ὄνομα · Οὖτιν δέ με κικλήσκουσι
9.367 μήτηρ ἠδὲ πατὴρ ἠδʹ ἄλλοι πάντες ἑταῖροι .
9.368 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμείβετο νηλέι θυμῷ ·
9.369 Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν ,
9.370 τοὺς δʹ ἄλλους πρόσθεν · τὸ δέ τοι ξεινήιον ἔσται .
9.371 καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος , αὐτὰρ ἔπειτα
9.372 κεῖτʹ ἀποδοχμώσας παχὺν αὐχένα , κὰδ δέ μιν ὕπνος
9.373 ᾕρει πανδαμάτωρ · φάρυγος δʹ ἐξέσσυτο οἶνος
9.374 ψωμοί τʹ ἀνδρόμεοι · δʹ ἐρεύγετο οἰνοβαρείων .
9.375 καὶ τότʹ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς ,
9.376 ἧος θερμαίνοιτο · ἔπεσσι δὲ πάντας ἑταίρους
9.377 θάρσυνον , μή τίς μοι ὑποδείσας ἀναδύη .
9.378 ἀλλʹ ὅτε δὴ τάχʹ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
9.379 ἅψεσθαι , χλωρός περ ἐών , διεφαίνετο δʹ αἰνῶς ,
9.380 καὶ τότʹ ἐγὼν ἆσσον φέρον ἐκ πυρός , ἀμφὶ δʹ ἑταῖροι
9.381 ἵσταντʹ · αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων .
9.382 οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον , ὀξὺν ἐπʹ ἄκρῳ ,