9.412 ἀλλὰ σύ γʹ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι .
9.413 ὣς ἄρʹ ἔφαν ἀπιόντες , ἐμὸν δʹ ἐγέλασσε φίλον κῆρ ,
9.414 ὡς ὄνομʹ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων .
9.415 Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
9.416 χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων ,
9.417 αὐτὸς δʹ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας ,
9.418 εἴ τινά που μετʹ ὄεσσι λάβοι στείχοντα θύραζε ·
9.419 οὕτω γάρ πού μʹ ἤλπετʹ ἐνὶ φρεσὶ νήπιον εἶναι .
9.420 αὐτὰρ ἐγὼ βούλευον , ὅπως ὄχʹ ἄριστα γένοιτο ,
9.421 εἴ τινʹ ἑταίροισιν θανάτου λύσιν ἠδʹ ἐμοὶ αὐτῷ
9.422 εὑροίμην · πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
9.423 ὥς τε περὶ ψυχῆς · μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν .
9.424 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή .
9.425 ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες , δασύμαλλοι ,
9.426 καλοί τε μεγάλοι τε , ἰοδνεφὲς εἶρος ἔχοντες ·
9.427 τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν ,
9.428 τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ , ἀθεμίστια εἰδώς ,
9.429 σύντρεις αἰνύμενος · μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε ,
9.430 τὼ δʹ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους .
9.431 τρεῖς δὲ ἕκαστον φῶτʹ ὄιες φέρον · αὐτὰρ ἐγώ γε
9.432 ἀρνειὸς γὰρ ἔην μήλων ὄχʹ ἄριστος ἁπάντων ,
9.433 τοῦ κατὰ νῶτα λαβών , λασίην ὑπὸ γαστέρʹ ἐλυσθεὶς
9.434 κείμην · αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
9.435 νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ .
9.436 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν .
9.437 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.438 καὶ τότʹ ἔπειτα νομόνδʹ ἐξέσσυτο ἄρσενα μῆλα ,
9.439 θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς ·
9.440 οὔθατα γὰρ σφαραγεῦντο . ἄναξ δʹ ὀδύνῃσι κακῇσι
9.441 τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα