9.329 καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ ,
9.330 ῥα κατὰ σπείους κέχυτο μεγάλʹ ἤλιθα πολλή ·
9.331 αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον ,
9.332 ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
9.333 τρῖψαι ἐν ὀφθαλμῷ , ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι .
9.334 οἱ δʹ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι ,
9.335 τέσσαρες , αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην .
9.336 ἑσπέριος δʹ ἦλθεν καλλίτριχα μῆλα νομεύων .
9.337 αὐτίκα δʹ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
9.338 πάντα μάλʹ , οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς ,
9.339 τι ὀισάμενος , καὶ θεὸς ὣς ἐκέλευσεν .
9.340 αὐτὰρ ἔπειτʹ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʹ ἀείρας ,
9.341 ἑζόμενος δʹ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας ,
9.342 πάντα κατὰ μοῖραν , καὶ ὑπʹ ἔμβρυον ἧκεν ἑκάστῃ .
9.343 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα ,
9.344 σὺν δʹ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον .
9.345 καὶ τότʹ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς ,
9.346 κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο ·
9.347 Κύκλωψ , τῆ , πίε οἶνον , ἐπεὶ φάγες ἀνδρόμεα κρέα ,
9.348 ὄφρʹ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
9.349 ἡμετέρη . σοὶ δʹ αὖ λοιβὴν φέρον , εἴ μʹ ἐλεήσας
9.350 οἴκαδε πέμψειας · σὺ δὲ μαίνεαι οὐκέτʹ ἀνεκτῶς .
9.351 σχέτλιε , πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
9.352 ἀνθρώπων πολέων , ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας ;
9.353 ὣς ἐφάμην , δʹ ἔδεκτο καὶ ἔκπιεν · ἥσατο δʹ αἰνῶς
9.354 ἡδὺ ποτὸν πίνων καὶ μʹ ᾔτεε δεύτερον αὖτις ·
9.355 δός μοι ἔτι πρόφρων , καί μοι τεὸν οὔνομα εἰπὲ