9.183 ὑψηλόν , δάφνῃσι κατηρεφές . ἔνθα δὲ πολλὰ
9.184 μῆλʹ , ὄιές τε καὶ αἶγες , ἰαύεσκον · περὶ δʹ αὐλὴ
9.185 ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
9.186 μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν .
9.187 ἔνθα δʹ ἀνὴρ ἐνίαυε πελώριος , ὅς ῥα τὰ μῆλα
9.188 οἶος ποιμαίνεσκεν ἀπόπροθεν · οὐδὲ μετʹ ἄλλους
9.189 πωλεῖτʹ , ἀλλʹ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη .
9.190 καὶ γὰρ θαῦμʹ ἐτέτυκτο πελώριον , οὐδὲ ἐῴκει
9.191 ἀνδρί γε σιτοφάγῳ , ἀλλὰ ῥίῳ ὑλήεντι
9.192 ὑψηλῶν ὀρέων , τε φαίνεται οἶον ἀπʹ ἄλλων .
9.193 δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
9.194 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι ,
9.195 αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʹ ἀρίστους
9.196 βῆν · ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
9.197 ἡδέος , ὅν μοι ἔδωκε Μάρων , Εὐάνθεος υἱός ,
9.198 ἱρεὺς Ἀπόλλωνος , ὃς Ἴσμαρον ἀμφιβεβήκει ,
9.199 οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʹ ἠδὲ γυναικὶ
9.200 ἁζόμενοι · ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
9.201 Φοίβου Ἀπόλλωνος . δέ μοι πόρεν ἀγλαὰ δῶρα ·
9.202 χρυσοῦ μέν μοι ἔδωκʹ ἐυεργέος ἑπτὰ τάλαντα ,
9.203 δῶκε δέ μοι κρητῆρα πανάργυρον , αὐτὰρ ἔπειτα
9.204 οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
9.205 ἡδὺν ἀκηράσιον , θεῖον ποτόν · οὐδέ τις αὐτὸν
9.206 ἠείδη δμώων οὐδʹ ἀμφιπόλων ἐνὶ οἴκῳ ,
9.207 ἀλλʹ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʹ οἴη .
9.208 τὸν δʹ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν ,
9.209 ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
9.210 χεῦʹ , ὀδμὴ δʹ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
9.211 θεσπεσίη · τότʹ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν .
9.212 τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν , ἐν δὲ καὶ ᾖα