9.154 ὦρσαν δὲ νύμφαι , κοῦραι Διὸς αἰγιόχοιο ,
9.155 αἶγας ὀρεσκῴους , ἵνα δειπνήσειαν ἑταῖροι .
9.156 αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
9.157 εἱλόμεθʹ ἐκ νηῶν , διὰ δὲ τρίχα κοσμηθέντες
9.158 βάλλομεν · αἶψα δʹ ἔδωκε θεὸς μενοεικέα θήρην .
9.159 νῆες μέν μοι ἕποντο δυώδεκα , ἐς δὲ ἑκάστην
9.160 ἐννέα λάγχανον αἶγες · ἐμοὶ δὲ δέκʹ ἔξελον οἴῳ .
9.161 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
9.162 ἥμεθα δαινύμενοι κρέα τʹ ἄσπετα καὶ μέθυ ἡδύ ·
9.163 οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός ,
9.164 ἀλλʹ ἐνέην · πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
9.165 ἠφύσαμεν Κικόνων . ἱερὸν πτολίεθρον ἑλόντες .
9.166 Κυκλώπων δʹ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων ,
9.167 καπνόν τʹ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν .
9.168 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε ,
9.169 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
9.170 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.171 καὶ τότʹ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον ·
9.172 ἄλλοι μὲν νῦν μίμνετʹ , ἐμοὶ ἐρίηρες ἑταῖροι ·
9.173 αὐτὰρ ἐγὼ σὺν νηί τʹ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
9.174 ἐλθὼν τῶνδʹ ἀνδρῶν πειρήσομαι , οἵ τινές εἰσιν ,
9.175 ῥʹ οἵ γʹ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι ,
9.176 ἦε φιλόξεινοι , καί σφιν νόος ἐστὶ θεουδής .
9.177 ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην , ἐκέλευσα δʹ ἑταίρους
9.178 αὐτούς τʹ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι .
9.179 οἱ δʹ αἶψʹ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
9.180 ἑξῆς δʹ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
9.181 ἀλλʹ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʹ ἐγγὺς ἐόντα ,
9.182 ἔνθα δʹ ἐπʹ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης ,