9.124 ἀνδρῶν χηρεύει , βόσκει δέ τε μηκάδας αἶγας .
9.125 οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι ,
9.126 οὐδʹ ἄνδρες νηῶν ἔνι τέκτονες , οἵ κε κάμοιεν
9.127 νῆας ἐυσσέλμους , αἵ κεν τελέοιεν ἕκαστα
9.128 ἄστεʹ ἐπʹ ἀνθρώπων ἱκνεύμεναι , οἷά τε πολλὰ
9.129 ἄνδρες ἐπʹ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν ·
9.130 οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο .
9.131 οὐ μὲν γάρ τι κακή γε , φέροι δέ κεν ὥρια πάντα ·
9.132 ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʹ ὄχθας
9.133 ὑδρηλοὶ μαλακοί · μάλα κʹ ἄφθιτοι ἄμπελοι εἶεν .
9.134 ἐν δʹ ἄροσις λείη · μάλα κεν βαθὺ λήιον αἰεὶ
9.135 εἰς ὥρας ἀμῷεν , ἐπεὶ μάλα πῖαρ ὑπʹ οὖδας .
9.136 ἐν δὲ λιμὴν ἐύορμος , ἵνʹ οὐ χρεὼ πείσματός ἐστιν ,
9.137 οὔτʹ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʹ ἀνάψαι ,
9.138 ἀλλʹ ἐπικέλσαντας μεῖναι χρόνον εἰς κε ναυτέων
9.139 θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται .
9.140 αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ ,
9.141 κρήνη ὑπὸ σπείους · περὶ δʹ αἴγειροι πεφύασιν .
9.142 ἔνθα κατεπλέομεν , καί τις θεὸς ἡγεμόνευεν
9.143 νύκτα διʹ ὀρφναίην , οὐδὲ προυφαίνετʹ ἰδέσθαι ·
9.144 ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʹ ἦν , οὐδὲ σελήνη
9.145 οὐρανόθεν προύφαινε , κατείχετο δὲ νεφέεσσιν .
9.146 ἔνθʹ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν ,
9.147 οὔτʹ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
9.148 εἰσίδομεν , πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι .
9.149 κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα ,
9.150 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης ·
9.151 ἔνθα δʹ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν .
9.152 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.153 νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʹ αὐτήν .