9.91 οἱ δʹ αἶψʹ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν ·
9.92 οὐδʹ ἄρα Λωτοφάγοι μήδονθʹ ἑτάροισιν ὄλεθρον
9.93 ἡμετέροις , ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι .
9.94 τῶν δʹ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν ,
9.95 οὐκέτʹ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι ,
9.96 ἀλλʹ αὐτοῦ βούλοντο μετʹ ἀνδράσι Λωτοφάγοισι
9.97 λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι .
9.98 τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ ,
9.99 νηυσὶ δʹ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας .
9.100 αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
9.101 σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων ,
9.102 μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται .
9.103 οἱ δʹ αἶψʹ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
9.104 ἑξῆς δʹ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
9.105 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ·
9.106 Κυκλώπων δʹ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
9.107 ἱκόμεθʹ , οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
9.108 οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʹ ἀρόωσιν ,
9.109 ἀλλὰ τά γʹ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται ,
9.110 πυροὶ καὶ κριθαὶ ἠδʹ ἄμπελοι , αἵ τε φέρουσιν
9.111 οἶνον ἐριστάφυλον , καί σφιν Διὸς ὄμβρος ἀέξει .
9.112 τοῖσιν δʹ οὔτʹ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες ,
9.113 ἀλλʹ οἵ γʹ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
9.114 ἐν σπέσσι γλαφυροῖσι , θεμιστεύει δὲ ἕκαστος
9.115 παίδων ἠδʹ ἀλόχων , οὐδʹ ἀλλήλων ἀλέγουσιν .
9.116 νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται ,
9.117 γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʹ ἀποτηλοῦ ,
9.118 ὑλήεσσʹ · ἐν δʹ αἶγες ἀπειρέσιαι γεγάασιν
9.119 ἄγριαι · οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει ,
9.120 οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται , οἵ τε καθʹ ὕλην
9.121 ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες .
9.122 οὔτʹ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʹ ἀρότοισιν ,
9.123 ἀλλʹ γʹ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα