9.61 ὤλονθʹ · οἱ δʹ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε .
9.62 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ,
9.63 ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους .
9.64 οὐδʹ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι ,
9.65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι ,
9.66 οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες .
9.67 νηυσὶ δʹ ἐπῶρσʹ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
9.68 λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
9.69 γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δʹ οὐρανόθεν νύξ .
9.70 αἱ μὲν ἔπειτʹ ἐφέροντʹ ἐπικάρσιαι , ἱστία δέ σφιν
9.71 τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο .
9.72 καὶ τὰ μὲν ἐς νῆας κάθεμεν , δείσαντες ὄλεθρον ,
9.73 αὐτὰς δʹ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε .
9.74 ἔνθα δύω νύκτας δύο τʹ ἤματα συνεχὲς αἰεὶ
9.75 κείμεθʹ , ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες .
9.76 ἀλλʹ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʹ Ἠώς ,
9.77 ἱστοὺς στησάμενοι ἀνά θʹ ἱστία λεύκʹ ἐρύσαντες
9.78 ἥμεθα , τὰς δʹ ἄνεμός τε κυβερνῆταί τʹ ἴθυνον .
9.79 καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν ·
9.80 ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
9.81 καὶ Βορέης ἀπέωσε , παρέπλαγξεν δὲ Κυθήρων .
9.82 ἔνθεν δʹ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
9.83 πόντον ἐπʹ ἰχθυόεντα · ἀτὰρ δεκάτῃ ἐπέβημεν
9.84 γαίης Λωτοφάγων , οἵ τʹ ἄνθινον εἶδαρ ἔδουσιν .
9.85 ἔνθα δʹ ἐπʹ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʹ ὕδωρ ,
9.86 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι .
9.87 αὐτὰρ ἐπεὶ σίτοιό τʹ ἐπασσάμεθʹ ἠδὲ ποτῆτος ,
9.88 δὴ τοτʹ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας ,
9.89 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
9.90 ἄνδρε δύω κρίνας , τρίτατον κήρυχʹ ἅμʹ ὀπάσσας .