8.414 μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
8.415 τούτου , δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν .
8.416 ῥα καὶ ἀμφʹ ὤμοισι θέτο ξίφος ἀργυρόηλον .
8.417 δύσετό τʹ ἠέλιος , καὶ τῷ κλυτὰ δῶρα παρῆεν .
8.418 καὶ τά γʹ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί ·
8.419 δεξάμενοι δʹ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
8.420 μητρὶ παρʹ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα .
8.421 τοῖσιν δʹ ἡγεμόνευʹ ἱερὸν μένος Ἀλκινόοιο ,
8.422 ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι .
8.423 δή ῥα τότʹ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο ·
8.424 δεῦρο , γύναι , φέρε χηλὸν ἀριπρεπέʹ , τις ἀρίστη ·
8.425 ἐν δʹ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα .
8.426 ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε , θέρμετε δʹ ὕδωρ ,
8.427 ὄφρα λοεσσάμενός τε ἰδών τʹ ἐὺ κείμενα πάντα
8.428 δῶρα , τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʹ ἔνεικαν ,
8.429 δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων .
8.430 καί οἱ ἐγὼ τόδʹ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω ,
8.431 χρύσεον , ὄφρʹ ἐμέθεν μεμνημένος ἤματα πάντα
8.432 σπένδῃ ἐνὶ μεγάρῳ Διί τʹ ἄλλοισίν τε θεοῖσιν .
8.433 ὣς ἔφατʹ , Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
8.434 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα .
8.435 αἱ δὲ λοετροχόον τρίποδʹ ἵστασαν ἐν πυρὶ κηλέῳ ,
8.436 ἔν δʹ ἄρʹ ὕδωρ ἔχεαν , ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι .
8.437 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε , θέρμετο δʹ ὕδωρ ·
8.438 τόφρα δʹ ἄρʹ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
8.439 ἐξέφερεν θαλάμοιο , τίθει δʹ ἐνὶ κάλλιμα δῶρα ,
8.440 ἐσθῆτα χρυσόν τε , τά οἱ Φαίηκες ἔδωκαν ·
8.441 ἐν δʹ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα ,
8.442 καί μιν φωνήσασʹ ἔπεα πτερόεντα προσηύδα ·