8.384 ἠδʹ ἄρʹ ἑτοῖμα τέτυκτο · σέβας μʹ ἔχει εἰσορόωντα .
8.385 ὣς φάτο , γήθησεν δʹ ἱερὸν μένος Ἀλκινόοιο ,
8.386 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
8.387 κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες .
8.388 ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι .
8.389 ἀλλʹ ἄγε οἱ δῶμεν ξεινήιον , ὡς ἐπιεικές .
8.390 δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
8.391 ἀρχοὶ κραίνουσι , τρισκαιδέκατος δʹ ἐγὼ αὐτός ·
8.392 τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
8.393 καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος .
8.394 αἶψα δὲ πάντα φέρωμεν ἀολλέα , ὄφρʹ ἐνὶ χερσὶν
8.395 ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ .
8.396 Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
8.397 καὶ δώρῳ , ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν .
8.398 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπῄνεον ἠδʹ ἐκέλευον ,
8.399 δῶρα δʹ ἄρʹ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος .
8.400 τὸν δʹ αὖτʹ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε ·
8.401 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
8.402 τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι , ὡς σὺ κελεύεις .
8.403 δώσω οἱ τόδʹ ἄορ παγχάλκεον , ἔπι κώπη
8.404 ἀργυρέη , κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
8.405 ἀμφιδεδίνηται · πολέος δέ οἱ ἄξιον ἔσται .
8.406 ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
8.407 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
8.408 χαῖρε , πάτερ ξεῖνε · ἔπος δʹ εἴ πέρ τι βέβακται
8.409 δεινόν , ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι .
8.410 σοὶ δὲ θεοὶ ἄλοχόν τʹ ἰδέειν καὶ πατρίδʹ ἱκέσθαι
8.411 δοῖεν , ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις .
8.412 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
8.413 καὶ σὺ φίλος μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν .