8.443 αὐτὸς νῦν ἴδε πῶμα , θοῶς δʹ ἐπὶ δεσμὸν ἴηλον ,
8.444 μή τίς τοι καθʹ ὁδὸν δηλήσεται , ὁππότʹ ἂν αὖτε
8.445 εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ .
8.446 αὐτὰρ ἐπεὶ τό γʹ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς ,
8.447 αὐτίκʹ ἐπήρτυε πῶμα , θοῶς δʹ ἐπὶ δεσμὸν ἴηλεν
8.448 ποικίλον , ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη ·
8.449 αὐτόδιον δʹ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
8.450 ἔς ῥʹ ἀσάμινθον βάνθʹ · δʹ ἄρ ἀσπασίως ἴδε θυμῷ
8.451 θερμὰ λοέτρʹ , ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν ,
8.452 ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο .
8.453 τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν .
8.454 τὸν δʹ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ,
8.455 ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα ,
8.456 ἔκ ῥʹ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
8.457 ἤιε · Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
8.458 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
8.459 θαύμαζεν δʹ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα ,
8.460 καί μιν φωνήσασʹ ἔπεα πτερόεντα προσηύδα ·
8.461 χαῖρε , ξεῖνʹ , ἵνα καί ποτʹ ἐὼν ἐν πατρίδι γαίῃ
8.462 μνήσῃ ἐμεῦ , ὅτι μοι πρώτῃ ζωάγριʹ ὀφέλλεις .
8.463 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς .
8.464 Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο ,
8.465 οὕτω νῦν Ζεὺς θείη , ἐρίγδουπος πόσις Ἥρης ,
8.466 οἴκαδέ τʹ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ·
8.467 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
8.468 αἰεὶ ἤματα πάντα · σὺ γάρ μʹ ἐβιώσαο , κούρη .
8.469 ῥα καὶ ἐς θρόνον ἷζε παρʹ Ἀλκίνοον βασιλῆα ·
8.470 οἱ δʹ ἤδη μοίρας τʹ ἔνεμον κερόωντό τε οἶνον .