8.353 εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας ;
8.354 τὸν δʹ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων ·
8.355 Ἥφαιστʹ , εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
8.356 οἴχηται φεύγων , αὐτός τοι ἐγὼ τάδε τίσω .
8.357 τὸν δʹ ἠμείβετʹ ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
8.358 οὐκ ἔστʹ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι .
8.359 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο .
8.360 τὼ δʹ ἐπεὶ ἐκ δεσμοῖο λύθεν , κρατεροῦ περ ἐόντος ,
8.361 αὐτίκʹ ἀναΐξαντε μὲν Θρῄκηνδε βεβήκει ,
8.362 δʹ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ,
8.363 ἐς Πάφον · ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις .
8.364 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
8.365 ἀμβρότῳ , οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας ,
8.366 ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα , θαῦμα ἰδέσθαι .
8.367 ταῦτʹ ἄρʹ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.368 τέρπετʹ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
8.369 Φαίηκες δολιχήρετμοι , ναυσίκλυτοι ἄνδρες .
8.370 Ἀλκίνοος δʹ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
8.371 μουνὰξ ὀρχήσασθαι , ἐπεί σφισιν οὔ τις ἔριζεν .
8.372 οἱ δʹ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο ,
8.373 πορφυρέην , τήν σφιν Πόλυβος ποίησε δαΐφρων ,
8.374 τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
8.375 ἰδνωθεὶς ὀπίσω , δʹ ἀπὸ χθονὸς ὑψόσʹ ἀερθεὶς
8.376 ῥηιδίως μεθέλεσκε , πάρος ποσὶν οὖδας ἱκέσθαι .
8.377 αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʹ ἰθὺν πειρήσαντο ,
8.378 ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
8.379 ταρφέʹ ἀμειβομένω · κοῦροι δʹ ἐπελήκεον ἄλλοι
8.380 ἑστεῶτες κατʹ ἀγῶνα , πολὺς δʹ ὑπὸ κόμπος ὀρώρει .
8.381 δὴ τότʹ ἄρʹ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς ·
8.382 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
8.383 ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους ,