8.322 ἦλθε Ποσειδάων γαιήοχος , ἦλθʹ ἐριούνης
8.323 Ἑρμείας , ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων .
8.324 θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη .
8.325 ἔσταν δʹ ἐν προθύροισι θεοί , δωτῆρες ἑάων ·
8.326 ἄσβεστος δʹ ἄρʹ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
8.327 τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο .
8.328 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
8.329 οὐκ ἀρετᾷ κακὰ ἔργα · κιχάνει τοι βραδὺς ὠκύν ,
8.330 ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
8.331 ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν ,
8.332 χωλὸς ἐὼν τέχνῃσι · τὸ καὶ μοιχάγριʹ ὀφέλλει .
8.333 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
8.334 Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
8.335 Ἑρμεία , Διὸς υἱέ , διάκτορε , δῶτορ ἑάων ,
8.336 ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
8.337 εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ ;
8.338 τὸν δʹ ἠμείβετʹ ἔπειτα διάκτορος ἀργεϊφόντης ·
8.339 αἲ γὰρ τοῦτο γένοιτο , ἄναξ ἑκατηβόλʹ Ἄπολλον ·
8.340 δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν ,
8.341 ὑμεῖς δʹ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι ,
8.342 αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ .
8.343 ὣς ἔφατʹ , ἐν δὲ γέλως ὦρτʹ ἀθανάτοισι θεοῖσιν .
8.344 οὐδὲ Ποσειδάωνα γέλως ἔχε , λίσσετο δʹ αἰεὶ
8.345 Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα .
8.346 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
8.347 λῦσον · ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι , ὡς σὺ κελεύεις ,
8.348 τίσειν αἴσιμα πάντα μετʹ ἀθανάτοισι θεοῖσιν .
8.349 τὸν δʹ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις ·
8.350 μή με , Ποσείδαον γαιήοχε , ταῦτα κέλευε ·
8.351 δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι .
8.352 πῶς ἂν ἐγώ σε δέοιμι μετʹ ἀθανάτοισι θεοῖσιν ,