8.62 κῆρυξ δʹ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν ,
8.63 τὸν πέρι μοῦσʹ ἐφίλησε , δίδου δʹ ἀγαθόν τε κακόν τε ·
8.64 ὀφθαλμῶν μὲν ἄμερσε , δίδου δʹ ἡδεῖαν ἀοιδήν .
8.65 τῷ δʹ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
8.66 μέσσῳ δαιτυμόνων , πρὸς κίονα μακρὸν ἐρείσας ·
8.67 κὰδ δʹ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
8.68 αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
8.69 κῆρυξ · πὰρ δʹ ἐτίθει κάνεον καλήν τε τράπεζαν ,
8.70 πὰρ δὲ δέπας οἴνοιο , πιεῖν ὅτε θυμὸς ἀνώγοι .
8.71 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
8.72 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
8.73 μοῦσʹ ἄρʹ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν ,
8.74 οἴμης τῆς τότʹ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε ,
8.75 νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος ,
8.76 ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
8.77 ἐκπάγλοις ἐπέεσσιν , ἄναξ δʹ ἀνδρῶν Ἀγαμέμνων
8.78 χαῖρε νόῳ , τʹ ἄριστοι Ἀχαιῶν δηριόωντο .
8.79 ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
8.80 Πυθοῖ ἐν ἠγαθέῃ , ὅθʹ ὑπέρβη λάινον οὐδὸν
8.81 χρησόμενος · τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
8.82 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς .
8.83 ταῦτʹ ἄρʹ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.84 πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
8.85 κὰκ κεφαλῆς εἴρυσσε , κάλυψε δὲ καλὰ πρόσωπα ·
8.86 αἴδετο γὰρ Φαίηκας ὑπʹ ὀφρύσι δάκρυα λείβων .
8.87 τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός ,
8.88 δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
8.89 καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν ·
8.90 αὐτὰρ ὅτʹ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
8.91 Φαιήκων οἱ ἄριστοι , ἐπεὶ τέρποντʹ ἐπέεσσιν ,
8.92 ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν .