8.33 ἐνθάδʹ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς .
8.34 ἀλλʹ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
8.35 πρωτόπλοον , κούρω δὲ δύω καὶ πεντήκοντα
8.36 κρινάσθων κατὰ δῆμον , ὅσοι πάρος εἰσὶν ἄριστοι .
8.37 δησάμενοι δʹ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
8.38 ἔκβητʹ · αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
8.39 ἡμέτερόνδʹ ἐλθόντες · ἐγὼ δʹ ἐὺ πᾶσι παρέξω .
8.40 κούροισιν μὲν ταῦτʹ ἐπιτέλλομαι · αὐτὰρ οἱ ἄλλοι
8.41 σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
8.42 ἔρχεσθʹ , ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν ,
8.43 μηδέ τις ἀρνείσθω . καλέσασθε δὲ θεῖον ἀοιδὸν
8.44 Δημόδοκον · τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
8.45 τέρπειν , ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν .
8.46 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δʹ ἅμʹ ἕποντο
8.47 σκηπτοῦχοι · κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν .
8.48 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
8.49 βήτην , ὡς ἐκέλευσʹ , ἐπὶ θῖνʹ ἁλὸς ἀτρυγέτοιο .
8.50 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
8.51 νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν ,
8.52 ἐν δʹ ἱστόν τʹ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ ,
8.53 ἠρτύναντο δʹ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι ,
8.54 πάντα κατὰ μοῖραν , ἀνά θʹ ἱστία λευκὰ πέτασσαν .
8.55 ὑψοῦ δʹ ἐν νοτίῳ τήν γʹ ὥρμισαν · αὐτὰρ ἔπειτα
8.56 βάν ῥʹ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα .
8.57 πλῆντο δʹ ἄρʹ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
8.58 ἀγρομένων · πολλοὶ δʹ ἄρʹ ἔσαν , νέοι ἠδὲ παλαιοί .
8.59 τοῖσιν δʹ Ἀλκίνοος δυοκαίδεκα μῆλʹ ἱέρευσεν ,
8.60 ὀκτὼ δʹ ἀργιόδοντας ὕας , δύο δʹ εἰλίποδας βοῦς ·
8.61 τοὺς δέρον ἀμφί θʹ ἕπον , τετύκοντό τε δαῖτʹ ἐρατεινήν .