8.93 ἔνθʹ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων ,
8.94 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʹ ἠδʹ ἐνόησεν
8.95 ἥμενος ἄγχʹ αὐτοῦ , βαρὺ δὲ στενάχοντος ἄκουσεν .
8.96 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα ·
8.97 κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες .
8.98 ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
8.99 φόρμιγγός θʹ , δαιτὶ συνήορός ἐστι θαλείῃ ·
8.100 νῦν δʹ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
8.101 πάντων , ὥς χʹ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
8.102 οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθʹ ἄλλων
8.103 πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν .
8.104 ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δʹ ἅμʹ ἕποντο .
8.105 κὰδ δʹ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν ,
8.106 Δημοδόκου δʹ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
8.107 κῆρυξ · ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
8.108 Φαιήκων οἱ ἄριστοι , ἀέθλια θαυμανέοντες .
8.109 βὰν δʹ ἴμεν εἰς ἀγορήν , ἅμα δʹ ἕσπετο πουλὺς ὅμιλος ,
8.110 μυρίοι · ἂν δʹ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί .
8.111 ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς ,
8.112 Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς ,
8.113 Ποντεύς τε Πρωρεύς τε , Θόων Ἀναβησίνεώς τε
8.114 Ἀμφίαλός θʹ , υἱὸς Πολυνήου Τεκτονίδαο ·
8.115 ἂν δὲ καὶ Εὐρύαλος , βροτολοιγῷ ἶσος Ἄρηϊ ,
8.116 Ναυβολίδης , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
8.117 πάντων Φαιήκων μετʹ ἀμύμονα Λαοδάμαντα .
8.118 ἂν δʹ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο ,
8.119 Λαοδάμας θʹ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος .
8.120 οἱ δʹ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι .
8.121 τοῖσι δʹ ἀπὸ νύσσης τέτατο δρόμος · οἱ δʹ ἅμα πάντες
8.122 καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο ·