7.214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα .
7.215 ἀλλʹ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ ·
7.216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
7.217 ἔπλετο , τʹ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
7.218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα ,
7.219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν , δὲ μάλʹ αἰεὶ
7.220 ἐσθέμεναι κέλεται καὶ πινέμεν , ἐκ δέ με πάντων
7.221 ληθάνει ὅσσʹ ἔπαθον , καὶ ἐνιπλησθῆναι ἀνώγει .
7.222 ὑμεῖς δʹ ὀτρύνεσθαι ἅμʹ ἠοῖ φαινομένηφιν ,
7.223 ὥς κʹ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
7.224 καί περ πολλὰ παθόντα · ἰδόντα με καὶ λίποι αἰὼν
7.225 κτῆσιν ἐμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα .
7.226 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπῄνεον ἠδʹ ἐκέλευον
7.227 πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν .
7.228 αὐτὰρ ἐπεὶ σπεῖσάν τʹ ἔπιον θʹ ὅσον ἤθελε θυμός ,
7.229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος ,
7.230 αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς ,
7.231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
7.232 ἥσθην · ἀμφίπολοι δʹ ἀπεκόσμεον ἔντεα δαιτός .
7.233 τοῖσιν δʹ Ἀρήτη λευκώλενος ἤρχετο μύθων ·
7.234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʹ ἰδοῦσα
7.235 καλά , τά ῥʹ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί ·
7.236 καί μιν φωνήσασʹ ἔπεα πτερόεντα προσηύδα ·
7.237 ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·
7.238 τίς πόθεν εἰς ἀνδρῶν ; τίς τοι τάδε εἵματʹ ἔδωκεν ;
7.239 οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʹ ἱκέσθαι ;
7.240 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
7.241 ἀργαλέον , βασίλεια , διηνεκέως ἀγορεῦσαι
7.242 κήδεʹ , ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες ·