7.185 τοῖσιν δʹ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε ·
7.186 κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
7.187 ὄφρʹ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
7.188 νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʹ ἰόντες ·
7.189 ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
7.190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
7.191 ῥέξομεν ἱερὰ καλά , ἔπειτα δὲ καὶ περὶ πομπῆς
7.192 μνησόμεθʹ , ὥς χʹ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
7.193 πομπῇ ὑφʹ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
7.194 χαίρων καρπαλίμως , εἰ καὶ μάλα τηλόθεν ἐστί ,
7.195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι ,
7.196 πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι · ἔνθα δʹ ἔπειτα
7.197 πείσεται , ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
7.198 γιγνομένῳ νήσαντο λίνῳ , ὅτε μιν τέκε μήτηρ .
7.199 εἰ δέ τις ἀθανάτων γε κατʹ οὐρανοῦ εἰλήλουθεν ,
7.200 ἄλλο τι δὴ τόδʹ ἔπειτα θεοὶ περιμηχανόωνται .
7.201 αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
7.202 ἡμῖν , εὖτʹ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας ,
7.203 δαίνυνταί τε παρʹ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς .
7.204 εἰ δʹ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης ,
7.205 οὔ τι κατακρύπτουσιν , ἐπεί σφισιν ἐγγύθεν εἰμέν ,
7.206 ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων .
7.207 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
7.208 Ἀλκίνοʹ , ἄλλο τί τοι μελέτω φρεσίν · οὐ γὰρ ἐγώ γε
7.209 ἀθανάτοισιν ἔοικα , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ,
7.210 οὐ δέμας οὐδὲ φυήν , ἀλλὰ θνητοῖσι βροτοῖσιν .
7.211 οὕς τινας ὑμεῖς ἴστε μάλιστʹ ὀχέοντας ὀιζὺν
7.212 ἀνθρώπων , τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην .
7.213 καὶ δʹ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην ,