7.243 τοῦτο δέ τοι ἐρέω μʹ ἀνείρεαι ἠδὲ μεταλλᾷς .
7.244 Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται ·
7.245 ἔνθα μὲν Ἄτλαντος θυγάτηρ , δολόεσσα Καλυψὼ
7.246 ναίει ἐυπλόκαμος , δεινὴ θεός · οὐδέ τις αὐτῇ
7.247 μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων .
7.248 ἀλλʹ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
7.249 οἶον , ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
7.250 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ .
7.251 ἔνθʹ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι ,
7.252 αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
7.253 ἐννῆμαρ φερόμην · δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
7.254 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί , ἔνθα Καλυψὼ
7.255 ναίει ἐυπλόκαμος , δεινὴ θεός , με λαβοῦσα
7.256 ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
7.257 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ·
7.258 ἀλλʹ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν .
7.259 ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον , εἵματα δʹ αἰεὶ
7.260 δάκρυσι δεύεσκον , τά μοι ἄμβροτα δῶκε Καλυψώ ·
7.261 ἀλλʹ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν ,
7.262 καὶ τότε δή μʹ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
7.263 Ζηνὸς ὑπʹ ἀγγελίης , καὶ νόος ἐτράπετʹ αὐτῆς .
7.264 πέμπε δʹ ἐπὶ σχεδίης πολυδέσμου , πολλὰ δʹ ἔδωκε ,
7.265 σῖτον καὶ μέθυ ἡδύ , καὶ ἄμβροτα εἵματα ἕσσεν ,
7.266 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε .
7.267 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων ,
7.268 ὀκτωκαιδεκάτῃ δʹ ἐφάνη ὄρεα σκιόεντα
7.269 γαίης ὑμετέρης , γήθησε δέ μοι φίλον ἦτορ
7.270 δυσμόρῳ · γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
7.271 πολλῇ , τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων ,
7.272 ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον ,