6.258 ἀλλὰ μάλʹ ὧδʹ ἔρδειν , δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ·
6.259 ὄφρʹ ἂν μέν κʹ ἀγροὺς ἴομεν καὶ ἔργʹ ἀνθρώπων ,
6.260 τόφρα σὺν ἀμφιπόλοισι μεθʹ ἡμιόνους καὶ ἄμαξαν
6.261 καρπαλίμως ἔρχεσθαι · ἐγὼ δʹ ὁδὸν ἡγεμονεύσω .
6.262 αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν , ἣν πέρι πύργος
6.263 ὑψηλός , καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος ,
6.264 λεπτὴ δʹ εἰσίθμη · νῆες δʹ ὁδὸν ἀμφιέλισσαι
6.265 εἰρύαται · πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ .
6.266 ἔνθα δέ τέ σφʹ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς ,
6.267 ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʹ ἀραρυῖα .
6.268 ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι ,
6.269 πείσματα καὶ σπεῖρα , καὶ ἀποξύνουσιν ἐρετμά .
6.270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη ,
6.271 ἀλλʹ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι ,
6.272 ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν .
6.273 τῶν ἀλεείνω φῆμιν ἀδευκέα , μή τις ὀπίσσω
6.274 μωμεύῃ · μάλα δʹ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον ·
6.275 καί νύ τις ὧδʹ εἴπῃσι κακώτερος ἀντιβολήσας ·
6.276 τίς δʹ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
6.277 ξεῖνος ; ποῦ δέ μιν εὗρε ; πόσις νύ οἱ ἔσσεται αὐτῇ .
6.278 τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
6.279 ἀνδρῶν τηλεδαπῶν , ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν ·
6.280 τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
6.281 οὐρανόθεν καταβάς , ἕξει δέ μιν ἤματα πάντα .
6.282 βέλτερον , εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
6.283 ἄλλοθεν · γὰρ τούσδε γʹ ἀτιμάζει κατὰ δῆμον
6.284 Φαίηκας , τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί .
6.285 ὣς ἐρέουσιν , ἐμοὶ δέ κʹ ὀνείδεα ταῦτα γένοιτο .
6.286 καὶ δʹ ἄλλῃ νεμεσῶ , τις τοιαῦτά γε ῥέζοι ,