6.60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα .
6.61 βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʹ ἔχοντα .
6.62 πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν ,
6.63 οἱ δύʹ ὀπυίοντες , τρεῖς δʹ ἠίθεοι θαλέθοντες ·
6.64 οἱ δʹ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʹ ἔχοντες
6.65 ἐς χορὸν ἔρχεσθαι · τὰ δʹ ἐμῇ φρενὶ πάντα μέμηλεν .
6.66 ὣς ἔφατʹ · αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
6.67 πατρὶ φίλῳ . δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ ·
6.68 οὔτε τοι ἡμιόνων φθονέω , τέκος , οὔτε τευ ἄλλου .
6.69 ἔρχευ · ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
6.70 ὑψηλὴν ἐύκυκλον , ὑπερτερίῃ ἀραρυῖαν .
6.71 ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο , τοὶ δʹ ἐπίθοντο .
6.72 οἱ μὲν ἄρʹ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
6.73 ὥπλεον , ἡμιόνους θʹ ὕπαγον ζεῦξάν θʹ ὑπʹ ἀπήνῃ ·
6.74 κούρη δʹ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν .
6.75 καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʹ ἀπήνῃ ,
6.76 μήτηρ δʹ ἐν κίστῃ ἐτίθει μενοεικέʹ ἐδωδὴν
6.77 παντοίην , ἐν δʹ ὄψα τίθει , ἐν δʹ οἶνον ἔχευεν
6.78 ἀσκῷ ἐν αἰγείῳ · κούρη δʹ ἐπεβήσετʹ ἀπήνης .
6.79 δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον ,
6.80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν .
6.81 δʹ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα ,
6.82 μάστιξεν δʹ ἐλάαν · καναχὴ δʹ ἦν ἡμιόνοιιν .
6.83 αἱ δʹ ἄμοτον τανύοντο , φέρον δʹ ἐσθῆτα καὶ αὐτήν ,
6.84 οὐκ οἴην , ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι .
6.85 αἱ δʹ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʹ ἵκοντο ,
6.86 ἔνθʹ τοι πλυνοὶ ἦσαν ἐπηετανοί , πολὺ δʹ ὕδωρ
6.87 καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι ,