6.30 ἐσθλή , χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ .
6.31 ἀλλʹ ἴομεν πλυνέουσαι ἅμʹ ἠοῖ φαινομένηφι ·
6.32 καί τοι ἐγὼ συνέριθος ἅμʹ ἕψομαι , ὄφρα τάχιστα
6.33 ἐντύνεαι , ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι ·
6.34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
6.35 πάντων Φαιήκων , ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ .
6.36 ἀλλʹ ἄγʹ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
6.37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι , κεν ἄγῃσι
6.38 ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα .
6.39 καὶ δὲ σοὶ ὧδʹ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
6.40 ἔρχεσθαι · πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος .
6.41 μὲν ἄρʹ ὣς εἰποῦσʹ ἀπέβη γλαυκῶπις Ἀθήνη
6.42 Οὔλυμπόνδʹ , ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
6.43 ἔμμεναι . οὔτʹ ἀνέμοισι τινάσσεται οὔτε ποτʹ ὄμβρῳ
6.44 δεύεται οὔτε χιὼν ἐπιπίλναται , ἀλλὰ μάλʹ αἴθρη
6.45 πέπταται ἀνέφελος , λευκὴ δʹ ἐπιδέδρομεν αἴγλη ·
6.46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα .
6.47 ἔνθʹ ἀπέβη γλαυκῶπις , ἐπεὶ διεπέφραδε κούρῃ .
6.48 αὐτίκα δʹ Ἠὼς ἦλθεν ἐύθρονος , μιν ἔγειρε
6.49 Ναυσικάαν ἐύπεπλον · ἄφαρ δʹ ἀπεθαύμασʹ ὄνειρον ,
6.50 βῆ δʹ ἰέναι διὰ δώμαθʹ , ἵνʹ ἀγγείλειε τοκεῦσιν ,
6.51 πατρὶ φίλῳ καὶ μητρί · κιχήσατο δʹ ἔνδον ἐόντας ·
6.52 μὲν ἐπʹ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
6.53 ἠλάκατα στρωφῶσʹ ἁλιπόρφυρα · τῷ δὲ θύραζε
6.54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
6.55 ἐς βουλήν , ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί .
6.56 δὲ μάλʹ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε ·
6.57 πάππα φίλʹ , οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
6.58 ὑψηλὴν ἐύκυκλον , ἵνα κλυτὰ εἵματʹ ἄγωμαι
6.59 ἐς ποταμὸν πλυνέουσα , τά μοι ῥερυπωμένα κεῖται ;