5.347 ἄμβροτον · οὐδέ τί τοι παθέειν δέος οὐδʹ ἀπολέσθαι .
5.348 αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο ,
5.349 ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
5.350 πολλὸν ἀπʹ ἠπείρου , αὐτὸς δʹ ἀπονόσφι τραπέσθαι .
5.351 ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν ,
5.352 αὐτὴ δʹ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
5.353 αἰθυίῃ ἐικυῖα · μέλαν δέ κῦμα κάλυψεν .
5.354 αὐτὰρ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς ,
5.355 ὀχθήσας δʹ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5.356 μοι ἐγώ , μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
5.357 ἀθανάτων , τέ με σχεδίης ἀποβῆναι ἀνώγει .
5.358 ἀλλὰ μάλʹ οὔ πω πείσομʹ , ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
5.359 γαῖαν ἐγὼν ἰδόμην , ὅθι μοι φάτο φύξιμον εἶναι .
5.360 ἀλλὰ μάλʹ ὧδʹ ἔρξω , δοκέει δέ μοι εἶναι ἄριστον ·
5.361 ὄφρʹ ἂν μέν κεν δούρατʹ ἐν ἁρμονίῃσιν ἀρήρῃ ,
5.362 τόφρʹ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων ·
5.363 αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ ,
5.364 νήξομʹ , ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον .
5.365 ἧος ταῦθʹ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ,
5.366 ὦρσε δʹ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων ,
5.367 δεινόν τʹ ἀργαλέον τε , κατηρεφές , ἤλασε δʹ αὐτόν .
5.368 ὡς δʹ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
5.369 καρφαλέων · τὰ μὲν ἄρ τε διεσκέδασʹ ἄλλυδις ἄλλῃ ·
5.370 ὣς τῆς δούρατα μακρὰ διεσκέδασʹ . αὐτὰρ Ὀδυσσεὺς
5.371 ἀμφʹ ἑνὶ δούρατι βαῖνε , κέληθʹ ὡς ἵππον ἐλαύνων ,
5.372 εἵματα δʹ ἐξαπέδυνε , τά οἱ πόρε δῖα Καλυψώ .
5.373 αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν ,
5.374 αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε , χεῖρε πετάσσας ,