5.177 οὐδʹ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην ,
5.178 εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
5.179 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
5.180 ὣς φάτο , μείδησεν δὲ Καλυψὼ δῖα θεάων ,
5.181 χειρί τέ μιν κατέρεξεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
5.182 δὴ ἀλιτρός γʹ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς ,
5.183 οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι .
5.184 ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
5.185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ , ὅς τε μέγιστος
5.186 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι ,
5.187 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
5.188 ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι , ἅσσʹ ἂν ἐμοί περ
5.189 αὐτῇ μηδοίμην , ὅτε με χρειὼ τόσον ἵκοι ·
5.190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος , οὐδέ μοι αὐτῇ
5.191 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος , ἀλλʹ ἐλεήμων .
5.192 ὣς ἄρα φωνήσασʹ ἡγήσατο δῖα θεάων
5.193 καρπαλίμως · δʹ ἔπειτα μετʹ ἴχνια βαῖνε θεοῖο .
5.194 ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ ,
5.195 καί ῥʹ μὲν ἔνθα καθέζετʹ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
5.196 Ἑρμείας , νύμφη δʹ ἐτίθει πάρα πᾶσαν ἐδωδήν ,
5.197 ἔσθειν καὶ πίνειν , οἷα βροτοὶ ἄνδρες ἔδουσιν ·
5.198 αὐτὴ δʹ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο ,
5.199 τῇ δὲ παρʹ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν .
5.200 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
5.201 αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος ,
5.202 τοῖς ἄρα μύθων ἦρχε Καλυψώ , δῖα θεάων ·
5.203 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
5.204 οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν