5.148 ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης ·
5.149 δʹ ἐπʹ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
5.150 ἤιʹ , ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων .
5.151 τὸν δʹ ἄρʹ ἐπʹ ἀκτῆς εὗρε καθήμενον · οὐδέ ποτʹ ὄσσε
5.152 δακρυόφιν τέρσοντο , κατείβετο δὲ γλυκὺς αἰὼν
5.153 νόστον ὀδυρομένῳ , ἐπεὶ οὐκέτι ἥνδανε νύμφη .
5.154 ἀλλʹ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
5.155 ἐν σπέσσι γλαφυροῖσι παρʹ οὐκ ἐθέλων ἐθελούσῃ ·
5.156 ἤματα δʹ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
5.157 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
5.158 πόντον ἐπʹ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων .
5.159 ἀγχοῦ δʹ ἱσταμένη προσεφώνεε δῖα θεάων ·
5.160 κάμμορε , μή μοι ἔτʹ ἐνθάδʹ ὀδύρεο , μηδέ τοι αἰὼν
5.161 φθινέτω · ἤδη γάρ σε μάλα πρόφρασσʹ ἀποπέμψω .
5.162 ἀλλʹ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
5.163 εὐρεῖαν σχεδίην · ἀτὰρ ἴκρια πῆξαι ἐπʹ αὐτῆς
5.164 ὑψοῦ , ὥς σε φέρῃσιν ἐπʹ ἠεροειδέα πόντον .
5.165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
5.166 ἐνθήσω μενοεικέʹ , κέν τοι λιμὸν ἐρύκοι ,
5.167 εἵματά τʹ ἀμφιέσω · πέμψω δέ τοι οὖρον ὄπισθεν ,
5.168 ὥς κε μάλʹ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι ,
5.169 αἴ κε θεοί γʹ ἐθέλωσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ,
5.170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε .
5.171 ὣς φάτο , ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς ,
5.172 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
5.173 ἄλλο τι δὴ σύ , θεά , τόδε μήδεαι , οὐδέ τι πομπήν ,
5.174 με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης ,
5.175 δεινόν τʹ ἀργαλέον τε · τὸ δʹ οὐδʹ ἐπὶ νῆες ἐῖσαι
5.176 ὠκύποροι περόωσιν , ἀγαλλόμεναι Διὸς οὔρῳ .