5.205 αὐτίκα νῦν ἐθέλεις ἰέναι ; σὺ δὲ χαῖρε καὶ ἔμπης .
5.206 εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
5.207 κήδεʹ ἀναπλῆσαι , πρὶν πατρίδα γαῖαν ἱκέσθαι ,
5.208 ἐνθάδε κʹ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
5.209 ἀθάνατός τʹ εἴης , ἱμειρόμενός περ ἰδέσθαι
5.210 σὴν ἄλοχον , τῆς τʹ αἰὲν ἐέλδεαι ἤματα πάντα .
5.211 οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι ,
5.212 οὐ δέμας οὐδὲ φυήν , ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
5.213 θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν .
5.214 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
5.215 πότνα θεά , μή μοι τόδε χώεο · οἶδα καὶ αὐτὸς
5.216 πάντα μάλʹ , οὕνεκα σεῖο περίφρων Πηνελόπεια
5.217 εἶδος ἀκιδνοτέρη μέγεθός τʹ εἰσάντα ἰδέσθαι ·
5.218 μὲν γὰρ βροτός ἐστι , σὺ δʹ ἀθάνατος καὶ ἀγήρως .
5.219 ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
5.220 οἴκαδέ τʹ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι .
5.221 εἰ δʹ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ ,
5.222 τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν ·
5.223 ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
5.224 κύμασι καὶ πολέμῳ · μετὰ καὶ τόδε τοῖσι γενέσθω .
5.225 ὣς ἔφατʹ , ἠέλιος δʹ ἄρʹ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν ·
5.226 ἐλθόντες δʹ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
5.227 τερπέσθην φιλότητι , παρʹ ἀλλήλοισι μένοντες .
5.228 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
5.229 αὐτίχʹ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʹ Ὀδυσσεύς ,
5.230 αὐτὴ δʹ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη ,
5.231 λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετʹ ἰξυῖ
5.232 καλὴν χρυσείην , κεφαλῇ δʹ ἐφύπερθε καλύπτρην .