5.1 Ἠὼς δʹ ἐκ λεχέων παρʹ ἀγαυοῦ Τιθωνοῖο
5.2 ὤρνυθʹ , ἵνʹ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν ·
5.3 οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον , ἐν δʹ ἄρα τοῖσι
5.4 Ζεὺς ὑψιβρεμέτης , οὗ τε κράτος ἐστὶ μέγιστον .
5.5 τοῖσι δʹ Ἀθηναίη λέγε κήδεα πόλλʹ Ὀδυσῆος
5.6 μνησαμένη · μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης ·
5.7 Ζεῦ πάτερ ἠδʹ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
5.8 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
5.9 σκηπτοῦχος βασιλεύς , μηδὲ φρεσὶν αἴσιμα εἰδώς ,
5.10 ἀλλʹ αἰεὶ χαλεπός τʹ εἴη καὶ αἴσυλα ῥέζοι ·
5.11 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
5.12 λαῶν οἷσιν ἄνασσε , πατὴρ δʹ ὣς ἤπιος ἦεν .
5.13 ἀλλʹ μὲν ἐν νήσῳ κεῖται κρατέρʹ ἄλγεα πάσχων
5.14 νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
5.15 ἴσχει · δʹ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι ·
5.16 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι ,
5.17 οἵ κέν μιν πέμποιεν ἐπʹ εὐρέα νῶτα θαλάσσης .
5.18 νῦν αὖ παῖδʹ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
5.19 οἴκαδε νισόμενον · δʹ ἔβη μετὰ πατρὸς ἀκουὴν
5.20 ἐς Πύλον ἠγαθέην ἠδʹ ἐς Λακεδαίμονα δῖαν .
5.21 τὴν δʹ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
5.22 τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
5.23 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή ,
5.24 ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών ;
5.25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως , δύνασαι γάρ ,
5.26 ὥς κε μάλʹ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται ,
5.27 μνηστῆρες δʹ ἐν νηὶ · παλιμπετὲς ἀπονέωνται .
5.28 ῥα καὶ Ἑρμείαν , υἱὸν φίλον , ἀντίον ηὔδα ·