4.729 σχέτλιαι , οὐδʹ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
4.730 ἐκ λεχέων μʹ ἀνεγεῖραι , ἐπιστάμεναι σάφα θυμῷ ,
4.731 ὁππότʹ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν .
4.732 εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα ,
4.733 τῷ κε μάλʹ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο ,
4.734 κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν .
4.735 ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα ,
4.736 δμῶʹ ἐμόν , ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ ,
4.737 καί μοι κῆπον ἔχει πολυδένδρεον , ὄφρα τάχιστα
4.738 Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ ,
4.739 εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
4.740 ἐξελθὼν λαοῖσιν ὀδύρεται , οἳ μεμάασιν
4.741 ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο .
4.742 τὴν δʹ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
4.743 νύμφα φίλη , σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
4.744 ἔα ἐν μεγάρῳ · μῦθον δέ τοι οὐκ ἐπικεύσω .
4.745 ᾔδεʹ ἐγὼ τάδε πάντα , πόρον δέ οἱ ὅσσʹ ἐκέλευε ,
4.746 σῖτον καὶ μέθυ ἡδύ · ἐμεῦ δʹ ἕλετο μέγαν ὅρκον
4.747 μὴ πρὶν σοὶ ἐρέειν , πρὶν δωδεκάτην γε γενέσθαι
4.748 σʹ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι ,
4.749 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς .
4.750 ἀλλʹ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθʹ ἑλοῦσα ,
4.751 εἰς ὑπερῷʹ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
4.752 εὔχεʹ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο ·
4.753 γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι .
4.754 μηδὲ γέροντα κάκου κεκακωμένον · οὐ γὰρ ὀίω
4.755 πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
4.756 ἔχθεσθʹ , ἀλλʹ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
4.757 δώματά θʹ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς .