4.701 οἴκαδε νισόμενον · δʹ ἔβη μετὰ πατρὸς ἀκουὴν
4.702 ἐς Πύλον ἠγαθέην ἠδʹ ἐς Λακεδαίμονα δῖαν .
4.703 ὣς φάτο , τῆς δʹ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
4.704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε · τὼ δέ οἱ ὄσσε
4.705 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
4.706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·
4.707 κῆρυξ , τίπτε δέ μοι πάϊς οἴχεται ; οὐδέ τί μιν χρεὼ
4.708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν , αἵ θʹ ἁλὸς ἵπποι
4.709 ἀνδράσι γίγνονται , περόωσι δὲ πουλὺν ἐφʹ ὑγρήν .
4.710 ἵνα μηδʹ ὄνομʹ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται ;
4.711 τὴν δʹ ἠμείβετʹ ἔπειτα Μέδων πεπνυμένα εἰδώς ·
4.712 οὐκ οἶδʹ τίς μιν θεὸς ὤρορεν , ἦε καὶ αὐτοῦ
4.713 θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον , ὄφρα πύθηται
4.714 πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν .
4.715 ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʹ Ὀδυσῆος .
4.716 τὴν δʹ ἄχος ἀμφεχύθη θυμοφθόρον , οὐδʹ ἄρʹ ἔτʹ ἔτλη
4.717 δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων ,
4.718 ἀλλʹ ἄρʹ ἐπʹ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
4.719 οἴκτρʹ ὀλοφυρομένη · περὶ δὲ δμῳαὶ μινύριζον
4.720 πᾶσαι , ὅσαι κατὰ δώματʹ ἔσαν νέαι ἠδὲ παλαιαί .
4.721 τῇς δʹ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια ·
4.722 κλῦτε , φίλαι · πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʹ ἔδωκεν
4.723 ἐκ πασέων , ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʹ ἐγένοντο ·
4.724 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα ,
4.725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν ,
4.726 ἐσθλόν , τοῦ κλέος εὐρὺ καθʹ Ἑλλάδα καὶ μέσον Ἄργος .
4.727 νῦν αὖ παῖδʹ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
4.728 ἀκλέα ἐκ μεγάρων , οὐδʹ ὁρμηθέντος ἄκουσα .