4.527 μή λάθοι παριών , μνήσαιτο δὲ θούριδος ἀλκῆς .
4.528 βῆ δʹ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν .
4.529 αὐτίκα δʹ Αἴγισθος δολίην ἐφράσσατο τέχνην ·
4.530 κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
4.531 εἷσε λόχον , ἑτέρωθι δʹ ἀνώγει δαῖτα πένεσθαι .
4.532 αὐτὰρ βῆ καλέων Ἀγαμέμνονα , ποιμένα λαῶν
4.533 ἵπποισιν καὶ ὄχεσφιν , ἀεικέα μερμηρίζων .
4.534 τὸν δʹ οὐκ εἰδότʹ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
4.535 δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ .
4.536 οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʹ οἵ οἱ ἕποντο ,
4.537 οὐδέ τις Αἰγίσθου , ἀλλʹ ἔκταθεν ἐν μεγάροισιν .
4.538 ὣς ἔφατʹ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ ,
4.539 κλαῖον δʹ ἐν ψαμάθοισι καθήμενος , οὐδέ νύ μοι κῆρ
4.540 ἤθελʹ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο .
4.541 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην ,
4.542 δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής ·
4.543 μηκέτι , Ἀτρέος υἱέ , πολὺν χρόνον ἀσκελὲς οὕτω
4.544 κλαῖʹ , ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν · ἀλλὰ τάχιστα
4.545 πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι .
4.546 γάρ μιν ζωόν γε κιχήσεαι , κεν Ὀρέστης
4.547 κτεῖνεν ὑποφθάμενος , σὺ δέ κεν τάφου ἀντιβολήσαις .
4.548 ὣς ἔφατʹ , αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
4.549 αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη ,
4.550 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
4.551 τούτους μὲν δὴ οἶδα · σὺ δὲ τρίτον ἄνδρʹ ὀνόμαζε ,
4.552 ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
4.553 ἠὲ θανών · ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι .
4.554 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπεν ·