4.555 υἱὸς Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκία ναίων ·
4.556 τὸν δʹ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα ,
4.557 νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
4.558 ἴσχει · δʹ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι ·
4.559 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι ,
4.560 οἵ κέν μιν πέμποιεν ἐπʹ εὐρέα νῶτα θαλάσσης .
4.561 σοι δʹ οὐ θέσφατόν ἐστι , διοτρεφὲς Μενέλαε ,
4.562 Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν ,
4.563 ἀλλά σʹ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
4.564 ἀθάνατοι πέμψουσιν , ὅθι ξανθὸς Ῥαδάμανθυς ,
4.565 τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν ·
4.566 οὐ νιφετός , οὔτʹ ἂρ χειμὼν πολὺς οὔτε ποτʹ ὄμβρος ,
4.567 ἀλλʹ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
4.568 Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους ·
4.569 οὕνεκʹ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι .
4.570 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα .
4.571 αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʹ ἀντιθέοις ἑτάροισιν
4.572 ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι .
4.573 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν ,
4.574 δόρπον θʹ ὁπλισάμεσθʹ , ἐπί τʹ ἤλυθεν ἀμβροσίη νύξ ,
4.575 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
4.576 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
4.577 νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν ,
4.578 ἐν δʹ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς ,
4.579 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον ·
4.580 ἑξῆς δʹ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
4.581 ἂψ δʹ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
4.582 στῆσα νέας , καὶ ἔρεξα τεληέσσας ἑκατόμβας .
4.583 αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων ,
4.584 χεῦʹ Ἀγαμέμνονι τύμβον , ἵνʹ ἄσβεστον κλέος εἴη .