4.498 εἷς δʹ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ .
4.499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι .
4.500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
4.501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης ·
4.502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ ,
4.503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʹ ἀάσθη ·
4.504 φῆ ῥʹ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης .
4.505 τοῦ δὲ Ποσειδάων μεγάλʹ ἔκλυεν αὐδήσαντος ·
4.506 αὐτίκʹ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
4.507 ἤλασε Γυραίην πέτρην , ἀπὸ δʹ ἔσχισεν αὐτήν ·
4.508 καὶ τὸ μὲν αὐτόθι μεῖνε , τὸ δὲ τρύφος ἔμπεσε πόντῳ ,
4.509 τῷ ῥʹ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʹ ἀάσθη ·
4.510 τὸν δʹ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα .
4.511 ὣς μὲν ἔνθʹ ἀπόλωλεν , ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ .
4.512 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʹ ὑπάλυξεν
4.513 ἐν νηυσὶ γλαφυρῇσι · σάωσε δὲ πότνια Ἥρη .
4.514 ἀλλʹ ὅτε δὴ τάχʹ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
4.515 ἵξεσθαι , τότε δή μιν ἀναρπάξασα θύελλα
4.516 πόντον ἐπʹ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα ,
4.517 ἀγροῦ ἐπʹ ἐσχατιήν , ὅθι δώματα ναῖε Θυέστης
4.518 τὸ πρίν , ἀτὰρ τότʹ ἔναιε Θυεστιάδης Αἴγισθος .
4.519 ἀλλʹ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων ,
4.520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν , καὶ οἴκαδʹ ἵκοντο ,
4.521 τοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
4.522 καὶ κύνει ἁπτόμενος ἣν πατρίδα · πολλὰ δʹ ἀπʹ αὐτοῦ
4.523 δάκρυα θερμὰ χέοντʹ , ἐπεὶ ἀσπασίως ἴδε γαῖαν .
4.524 τὸν δʹ ἄρʹ ἀπὸ σκοπιῆς εἶδε σκοπός , ὅν ῥα καθεῖσεν
4.525 Αἴγισθος δολόμητις ἄγων , ὑπὸ δʹ ἔσχετο μισθὸν
4.526 χρυσοῦ δοιὰ τάλαντα · φύλασσε δʹ γʹ εἰς ἐνιαυτόν ,