4.444 ἀλλʹ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʹ ὄνειαρ ·
4.445 ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
4.446 ἡδὺ μάλα πνείουσαν , ὄλεσσε δὲ κήτεος ὀδμήν .
4.447 πᾶσαν δʹ ἠοίην μένομεν τετληότι θυμῷ ·
4.448 φῶκαι δʹ ἐξ ἁλὸς ἦλθον ἀολλέες . αἱ μὲν ἔπειτα
4.449 ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης ·
4.450 ἔνδιος δʹ γέρων ἦλθʹ ἐξ ἁλός , εὗρε δὲ φώκας
4.451 ζατρεφέας , πάσας δʹ ἄρʹ ἐπῴχετο , λέκτο δʹ ἀριθμόν ·
4.452 ἐν δʹ ἡμέας πρώτους λέγε κήτεσιν , οὐδέ τι θυμῷ
4.453 ὠΐσθη δόλον εἶναι · ἔπειτα δὲ λέκτο καὶ αὐτός .
4.454 ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʹ , ἀμφὶ δὲ χεῖρας
4.455 βάλλομεν · οὐδʹ γέρων δολίης ἐπελήθετο τέχνης ,
4.456 ἀλλʹ τοι πρώτιστα λέων γένετʹ ἠυγένειος ,
4.457 αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς ·
4.458 γίγνετο δʹ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον ·
4.459 ἡμεῖς δʹ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ .
4.460 ἀλλʹ ὅτε δή ῥʹ ἀνίαζʹ γέρων ὀλοφώια εἰδώς ,
4.461 καὶ τότε δή μʹ ἐπέεσσιν ἀνειρόμενος προσέειπε ·
4.462 τίς νύ τοι , Ἀτρέος υἱέ , θεῶν συμφράσσατο βουλάς ,
4.463 ὄφρα μʹ ἕλοις ἀέκοντα λοχησάμενος ; τέο σε χρή ;
4.464 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
4.465 οἶσθα , γέρον , τί με ταῦτα παρατροπέων ἐρεείνεις ;
4.466 ὡς δὴ δήθʹ ἐνὶ νήσῳ ἐρύκομαι , οὐδέ τι τέκμωρ
4.467 εὑρέμεναι δύναμαι , μινύθει δέ μοι ἔνδοθεν ἦτορ .
4.468 ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν ,
4.469 ὅς τίς μʹ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου ,
4.470 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα .