4.415 καὶ τότʹ ἔπειθʹ ὑμῖν μελέτω κάρτος τε βίη τε ,
4.416 αὖθι δʹ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι .
4.417 πάντα δὲ γιγνόμενος πειρήσεται , ὅσσʹ ἐπὶ γαῖαν
4.418 ἑρπετὰ γίγνονται , καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ ·
4.419 ὑμεῖς δʹ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν .
4.420 ἀλλʹ ὅτε κεν δή σʹ αὐτὸς ἀνείρηται ἐπέεσσι ,
4.421 τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε ,
4.422 καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα ,
4.423 ἥρως , εἴρεσθαι δέ , θεῶν ὅς τίς σε χαλέπτει ,
4.424 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα .
4.425 ὣς εἰποῦσʹ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα .
4.426 αὐτὰρ ἐγὼν ἐπὶ νῆας , ὅθʹ ἕστασαν ἐν ψαμάθοισιν ,
4.427 ἤια · πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι .
4.428 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν ,
4.429 δόρπον θʹ ὁπλισάμεσθʹ , ἐπί τʹ ἤλυθεν ἀμβροσίη νύξ ·
4.430 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
4.431 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
4.432 καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
4.433 ἤια πολλὰ θεοὺς γουνούμενος · αὐτὰρ ἑταίρους
4.434 τρεῖς ἄγον , οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʹ ἰθύν .
4.435 τόφρα δʹ ἄρʹ γʹ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
4.436 τέσσαρα φωκάων ἐκ πόντου δέρματʹ ἔνεικε ·
4.437 πάντα δʹ ἔσαν νεόδαρτα · δόλον δʹ ἐπεμήδετο πατρί .
4.438 εὐνὰς δʹ ἐν ψαμάθοισι διαγλάψασʹ ἁλίῃσιν
4.439 ἧστο μένουσʹ · ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς ·
4.440 ἑξείης δʹ εὔνησε , βάλεν δʹ ἐπὶ δέρμα ἑκάστῳ .
4.441 ἔνθα κεν αἰνότατος λόχος ἔπλετο · τεῖρε γὰρ αἰνῶς
4.442 φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή ·
4.443 τίς γάρ κʹ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη ;