4.385 ἀθάνατος Πρωτεὺς Αἰγύπτιος , ὅς τε θαλάσσης
4.386 πάσης βένθεα οἶδε , Ποσειδάωνος ὑποδμώς ·
4.387 τὸν δέ τʹ ἐμόν φασιν πατέρʹ ἔμμεναι ἠδὲ τεκέσθαι .
4.388 τόν γʹ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι ,
4.389 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
4.390 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα .
4.391 καὶ δέ κέ τοι εἴπῃσι , διοτρεφές , αἴ κʹ ἐθέλῃσθα ,
4.392 ὅττι τοι ἐν μεγάροισι κακόν τʹ ἀγαθόν τε τέτυκται
4.393 οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε .
4.394 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
4.395 αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος ,
4.396 μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται ·
4.397 ἀργαλέος γάρ τʹ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι .
4.398 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο δῖα θεάων ·
4.399 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλʹ ἀτρεκέως ἀγορεύσω .
4.400 ἦμος δʹ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ ,
4.401 τῆμος ἄρʹ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
4.402 πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς ,
4.403 ἐκ δʹ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν ·
4.404 ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
4.405 ἁθρόαι εὕδουσιν , πολιῆς ἁλὸς ἐξαναδῦσαι ,
4.406 πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν .
4.407 ἔνθα σʹ ἐγὼν ἀγαγοῦσα ἅμʹ ἠοῖ φαινομένηφιν
4.408 εὐνάσω ἑξείης · σὺ δʹ ἐὺ κρίνασθαι ἑταίρους
4.409 τρεῖς , οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι .
4.410 πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος .
4.411 φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν ·
4.412 αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται ,
4.413 λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων .
4.414 τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε ,