4.358 ἐν δὲ λιμὴν ἐύορμος , ὅθεν τʹ ἀπὸ νῆας ἐίσας
4.359 ἐς πόντον βάλλουσιν , ἀφυσσάμενοι μέλαν ὕδωρ .
4.360 ἔνθα μʹ ἐείκοσιν ἤματʹ ἔχον θεοί , οὐδέ ποτʹ οὖροι
4.361 πνείοντες φαίνονθʹ ἁλιαέες , οἵ ῥά τε νηῶν
4.362 πομπῆες γίγνονται ἐπʹ εὐρέα νῶτα θαλάσσης .
4.363 καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʹ ἀνδρῶν ,
4.364 εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʹ ἐσάωσε ,
4.365 Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος ,
4.366 Εἰδοθέη · τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα .
4.367 μʹ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων ·
4.368 αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
4.369 γναμπτοῖς ἀγκίστροισιν , ἔτειρε δὲ γαστέρα λιμός .
4.370 δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε ·
4.371 νήπιός εἰς , ξεῖνε , λίην τόσον ἠδὲ χαλίφρων ,
4.372 ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων ;
4.373 ὡς δὴ δήθʹ ἐνὶ νήσῳ ἐρύκεαι , οὐδέ τι τέκμωρ
4.374 εὑρέμεναι δύνασαι , μινύθει δέ τοι ἦτορ ἑταίρων .
4.375 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
4.376 ἐκ μέν τοι ἐρέω , τις σύ πέρ ἐσσι θεάων ,
4.377 ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι , ἀλλά νυ μέλλω
4.378 ἀθανάτους ἀλιτέσθαι , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν .
4.379 ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν ,
4.380 ὅς τίς μʹ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου ,
4.381 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα .
4.382 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀμείβετο δῖα θεάων ·
4.383 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλʹ ἀτρεκέως ἀγορεύσω .
4.384 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς