4.328 λίσσομαι , εἴ ποτέ τοί τι πατὴρ ἐμός , ἐσθλὸς Ὀδυσσεὺς
4.329 ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
4.330 δήμῳ ἔνι Τρώων , ὅθι πάσχετε πήματʹ Ἀχαιοί ,
4.331 τῶν νῦν μοι μνῆσαι , καί μοι νημερτὲς ἐνίσπες .
4.332 τὸν δὲ μέγʹ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος ·
4.333 πόποι , μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
4.334 ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες .
4.335 ὡς δʹ ὁπότʹ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
4.336 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
4.337 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
4.338 βοσκομένη , δʹ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν ,
4.339 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν ,
4.340 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει .
4.341 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
4.342 τοῖος ἐών , οἷός ποτʹ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
4.343 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς ,
4.344 κὰδ δʹ ἔβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Ἀχαιοί ,
4.345 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·
4.346 πάντες κʹ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε .
4.347 ταῦτα δʹ μʹ εἰρωτᾷς καὶ λίσσεαι , οὐκ ἂν ἐγώ γε
4.348 ἄλλα παρὲξ εἴποιμι παρακλιδόν , οὐδʹ ἀπατήσω ,
4.349 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής ,
4.350 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʹ ἐπικεύσω .
4.351 Αἰγύπτῳ μʹ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
4.352 ἔσχον , ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας .
4.353 οἱ δʹ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων .
4.354 νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
4.355 Αἰγύπτου προπάροιθε , Φάρον δέ κικλήσκουσι ,
4.356 τόσσον ἄνευθʹ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
4.357 ἤνυσεν , λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν ·