4.180 πρίν γʹ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν .
4.181 ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός ,
4.182 ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν .
4.183 ὣς φάτο , τοῖσι δὲ πᾶσιν ὑφʹ ἵμερον ὦρσε γόοιο .
4.184 κλαῖε μὲν Ἀργείη Ἑλένη , Διὸς ἐκγεγαυῖα ,
4.185 κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος ,
4.186 οὐδʹ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε ·
4.187 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο ,
4.188 τόν ῥʹ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός ·
4.189 τοῦ γʹ ἐπιμνησθεὶς ἔπεα πτερόεντʹ ἀγόρευεν ·
4.190 Ἀτρεΐδη , περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
4.191 Νέστωρ φάσχʹ γέρων , ὅτʹ ἐπιμνησαίμεθα σεῖο
4.192 οἷσιν ἐνὶ μεγάροισι , καὶ ἀλλήλους ἐρέοιμεν .
4.193 καὶ νῦν , εἴ τί που ἔστι , πίθοιό μοι · οὐ γὰρ ἐγώ γε
4.194 τέρπομʹ ὀδυρόμενος μεταδόρπιος , ἀλλὰ καὶ ἠὼς
4.195 ἔσσεται ἠριγένεια · νεμεσσῶμαί γε μὲν οὐδὲν
4.196 κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ .
4.197 τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν ,
4.198 κείρασθαί τε κόμην βαλέειν τʹ ἀπὸ δάκρυ παρειῶν .
4.199 καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός , οὔ τι κάκιστος
4.200 Ἀργείων · μέλλεις δὲ σὺ ἴδμεναι · οὐ γὰρ ἐγώ γε
4.201 ἤντησʹ οὐδὲ ἴδον · περὶ δʹ ἄλλων φασὶ γενέσθαι
4.202 Ἀντίλοχον , πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν .
4.203 τὸν δʹ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
4.204 φίλʹ , ἐπεὶ τόσα εἶπες , ὅσʹ ἂν πεπνυμένος ἀνὴρ
4.205 εἴποι καὶ ῥέξειε , καὶ ὃς προγενέστερος εἴη ·
4.206 τοίου γὰρ καὶ πατρός , καὶ πεπνυμένα βάζεις ,
4.207 ῥεῖα δʹ ἀρίγνωτος γόνος ἀνέρος τε Κρονίων